Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.156 Joseph. AJ 4.161 (English) >>Joseph. AJ 4.166

4.159

Μωυσῆς δὲ ὑπὲρ ὧν καὶ προεῖπον ἐπὶ τὴν Μαδιηνιτῶν γῆν ἔπεμψεν στρατιὰν τοὺς πάντας εἰς δισχιλίους καὶ μυρίους ἐξ ἑκάστης φυλῆς τὸν ἴσον ἀριθμὸν ἐπιλεξάμενος, στρατηγὸν δʼ αὐτῶν ἀπέδειξε Φινεές, οὗ μικρῷ πρότερον ἐμνήσθημεν φυλάξαντος τοῖς Ἑβραίοις τοὺς νόμους καὶ τὸν παρανομοῦντα τούτους Ζαμβρίαν τιμωρησαμένου. 4.160Μαδιηνῖται δὲ προπυθόμενοι τὸν στρατὸν ἐπὶ σφᾶς ἐλαύνοντα καὶ ὅσον οὐδέπω παρεσόμενον ἠθροίζοντό τε καὶ τὰς εἰσβολὰς τῆς χώρας, προσεδέχοντο τοὺς πολεμίους, ἀσφαλισάμενοι περιέμενον αὐτούς. 4.161ἐλθόντων δὲ καὶ συμβολῆς γενομένης πίπτει τῶν Μαδιηνιτῶν πλῆθος ἀσυλλόγιστον καὶ ἀριθμοῦ κρεῖττον οἵ τε βασιλεῖς αὐτῶν ἅπαντες· πέντε δὲ ἦσαν, Ὦχός τε καὶ Σούρης ἔτι δὲ Ῥοβέης καὶ Οὔρης, πέμπτος δὲ Ῥέκεμος, οὗ πόλις ἐπώνυμος τὸ πᾶν ἀξίωμα τῆς Ἀράβων ἔχουσα γῆς καὶ μέχρι νῦν ὑπὸ παντὸς τοῦ Ἀραβίου τοῦ κτίσαντος βασιλέως τὸ ὄνομα Ῥεκέμης καλεῖται, Πέτρα παρʼ Ἕλλησι λεγομένη. 4.162τραπέντων δὲ τῶν πολεμίων οἱ Ἑβραῖοι διήρπασαν αὐτῶν τὴν χώραν καὶ πολλὴν λείαν λαβόντες καὶ τοὺς οἰκήτορας γυναιξὶν ἅμα διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον, τοῦτο Μωυσέος Φινέει κελεύσαντος. 4.163ὃς ἧκεν ἄγων τὸν στρατὸν ἀπαθῆ καὶ λείαν ἄφθονον, βόας μὲν γὰρ δισχιλίους καὶ πεντακισμυρίους, ὄις δὲ πεντακισχιλίας πρὸς μυριάσιν ἑπτὰ καὶ ἑξήκοντα, ὄνους δὲ ἑξακισμυρίας, χρυσοῦ δὲ καὶ ἀργύρου ἄπειρόν τι πλῆθος κατασκευῆς, κατʼ οἶκον ἐχρῶντο· ὑπὸ γὰρ εὐδαιμονίας καὶ ἁβροδίαιτοι σφόδρα ἐτύγχανον. ἤχθησαν δὲ καὶ αἱ παρθένοι περὶ δισχιλίας καὶ τρισμυρίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.156 Joseph. AJ 4.161 (English) >>Joseph. AJ 4.166

Powered by PhiloLogic